Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.310 Joseph. AJ 19.316 (English) >>Joseph. AJ 19.321

19.314σοὶ μέν, βασιλεῦ, τετιμημένος χαίρω διὰ ψυχῆς ἔχων τοῦθʼ μοι γέρας δίδωσιν σὴ βουλὴ, καὶ πρὸς οὐδέν με τῆς ἀρχιερωσύνης ἄξιον ἔκρινεν θεός. ἅπαξ δʼ ἐνδὺς στολισμὸν ἱερὸν ἀρκοῦμαι· τότε γὰρ αὐτὸν ἠμφιασάμην ὁσιώτερον νῦν ἀπολήψομαι. 19.315σὺ δʼ, εἰ βούλει τὸν ἀξιώτερον ἐμοῦ νῦν τὸ γέρας λαβεῖν, διδάχθητι· πάσης καὶ πρὸς τὸν θεὸν ἁμαρτίας καὶ πρὸς σέ, βασιλεῦ, καθαρὸς ἀδελφὸς ἔστι μοι· πρέποντα τῇ τιμῇ τοῦτον 19.316συνίστημι.” τούτοις βασιλεὺς ἡσθεὶς τοῖς λόγοις τὸν Ἰωνάθην μὲν ἠγάσατο τῆς γνώμης, τἀδελφῷ δὲ αὐτοῦ Ματθίᾳ τὴν ἱερωσύνην ἔδωκε. καὶ μετʼ οὐ πολὺ Πετρώνιον μὲν Μάρσος διεδέξατο καὶ διεῖπε Συρίαν. 19.317

Σίλας δʼ τοῦ βασιλέως ἔπαρχος ἐπεὶ διὰ πάσης αὐτῷ τύχης ἐγεγόνει πιστὸς οὐδένα κίνδυνόν ποτε κοινωνεῖν ἀνηνάμενος, ἀλλὰ καὶ τοὺς σφαλερωτάτους ὑποδὺς πολλάκις πόνους, πεποιθήσεως ἦν ἀνάπλεως, προσήκειν ὑπολαμβάνων ἰσοτιμίαν βεβαιότητι φιλίας. 19.318οὐδαμῆ τοίνυν ὑποκατεκλίνετο βασιλεῖ, παρρησίαν δὲ διὰ πάσης ὁμιλίας ἦγεν, κἀν ταῖς φιλοφρονήσεσιν ἐγίνετο φορτικὸς σεμνύνων ἑαυτὸν ἀμέτρως καὶ πολλάκις τῷ βασιλεῖ τὰ στυγνὰ τῆς τύχης ἄγων εἰς ἀνάμνησιν, ἵνα τὴν ἑαυτοῦ τότε σπουδὴν παραδεικνύῃ, συνεχῶς δʼ ἦν, ὡς ὑπὲρ αὐτοῦ κάμοι, πολλὰ διεξιών.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.310 Joseph. AJ 19.316 (English) >>Joseph. AJ 19.321

Powered by PhiloLogic